179962-koukouzelisa.jpg



 














Άγγελος πρωτοστάτης, ουρανόθεν επέμφθη,
ειπείν τή Θεοτόκω το Χαίρε· (εκ γ')
καί συν τή ασωμάτω φωνή, σωματούμενόν σε
θεωρών Κύριε, εξίστατο καί ίστατο, κραυγάζων
πρός αυτήν τοιαύτα·
χαίρε δι ης η χαρά εκλάμψει
χαίρε δι' ης η αρά εκλείψει
χαίρε του πεσόντος Αδάμ η ανάκλησις
χαίρε των δακρύων της Εύας η λύτρωσις
χαίρε ύψος δυσανάβατον ανθρωπίνοις λογισμοίς
χαίρε βάθος δυσθεώρητον καί Αγγέλων οφθαλμοίς
χαίρε ότι υπάρχεις Βασιλέως καθέδρα
χαίρε ότι βαστάζεις τόν βαστάζοντα πάντα
χαίρε γαστήρ ενθέου σαρκώσεως
χαίρε δι' ης νεουργήται η κτίσις
χαίρε δι' ής βρεφουργείται ο Κτίστης
Χαίρε Νύμφη ανύμφευτε.